Estrabó, Geografía, III, 4,8
Font: Bibliotheca augustana
Καὶ ἡ σύμπασα δ᾽ ἀπὸ στηλῶν σπανίζεται λιμέσι μέχρι δεῦρο͵ ἐντεῦθεν δ᾽ ἤδη τὰ ἑξῆς εὐλίμενα καὶ χώρα ἀγαθὴ τῶν τε Λεητανῶν καὶ Λαρτολαιητῶν καὶ ἄλλων τοιούτων μέχρι Ἐμπορίου. αὐτὸ δ᾽ ἐστὶ Μασσαλιωτῶν κτίσμα͵ ὅσον τετταράκοντα διέχον τῆς Πυρήνης σταδίους καὶ τῶν μεθορίων τῆς Ἰβηρίας πρὸς τὴν Κελτικήν· καὶ αὕτη δ᾽ ἐστὶ πᾶσα ἀγαθὴ καὶ εὐλίμενος. ἐνταῦθα δ᾽ ἔστι καὶ ἡ Ῥόδη πολίχνιον͵ Ἐμποριτῶν κτίσμα͵ τινὲς δὲ Ῥοδίων φασί· κἀνταῦθα δὲ καὶ ἐν τῶι Ἐμπορίωι τὴν Ἄρτεμιν τὴν Ἐφεσίαν τιμῶσιν· ἐροῦμεν δὲ τὴν αἰτίαν ἐν τοῖς περὶ Μασσαλίαν. ὤικουν δ᾽ οἱ Ἐμπορῖται πρότερον νησίον τι προκείμενον͵ ὃ νῦν καλεῖται παλαιὰ πόλις͵ νῦν δ᾽ οἰκοῦσιν ἐν τῆι ἠπείρωι. δίπολις δ᾽ ἐστὶ τείχει διωρισμένη͵ πρότερον τῶν Ἰνδικητῶν τινας προσοίκους ἔχουσα͵ οἳ καίπερ ἰδίαι πολιτευόμενοι κοινὸν ὅμως περίβολον ἔχειν ἐβούλοντο πρὸς τοὺς Ἕλληνας ἀσφαλείας χάριν͵ τῶι χρόνωι δ᾽ εἰς ταὐτὸ πολίτευμα συνῆλθον μικτόν τι ἔκ τε βαρβάρων καὶ Ἑλληνικῶν νομίμων͵ ὅπερ καὶ ἐπ᾽ ἄλλων πολλῶν συνέβη.
Ῥεῖ δὲ καὶ ποταμὸς πλησίον͵ ἐκ τῆς Πυρήνης ἔχων τὰς ἀρχάς͵ ἡ δὲ ἐκβολὴ λιμήν ἐστι τοῖς Ἐμπορίταις. λινουργοὶ δὲ ἱκανῶς οἱ Ἐμπορῖται· χώραν δὲ τὴν μεσόγαιαν ἔχουσι τὴν μὲν ἀγαθὴν τὴν δὲ σπαρτοφόρον τῆς ἀχρηστοτέρας καὶ ἑλείας σχοίνου͵ καλοῦσι δὲ Ἰουγκάριον πεδίον· τινὲς δὲ καὶ τῶν τῆς Πυρήνης ἄκρων νέμονται [τὰ] μέχρι τῶν ἀναθημάτων τοῦ Πομπηίου͵ δι᾽ ὧν βαδίζουσιν εἰς τὴν ἔξω καλουμένην Ἰβηρίαν ἐκ τῆς Ἰταλίας καὶ μάλιστα τὴν Βαιτικήν. αὕτη δ᾽ ἡ ὁδὸς ποτὲ μὲν πλησιάζει τῆι θαλάττηι ποτὲ δ᾽ ἀφέστηκε͵ καὶ μάλιστα ἐν τοῖς πρὸς ἑσπέραν μέρεσι. φέρεται δὲ ἐπὶ Ταρράκωνα͵ ἀπὸ τῶν ἀναθημάτων τοῦ Πομπηίου διὰ τοῦ Ἰουγκαρίου πεδίου καὶ Βετέρων καὶ τοῦ Μαραθῶνος καλουμένου πεδίου τῆι Λατίνηι γλώττηι͵ φύοντος πολὺ τὸ μάραθον· ἐκ δὲ τοῦ Ταρράκωνος ἐπὶ τὸν πόρον τοῦ Ἴβηρος κατὰ Δέρτωσσαν πόλιν· ἐντεῦθεν διὰ Σαγούντου καὶ Σαιτάβιος πόλεως ἐνεχθεῖσα κατὰ μικρὸν ἀφίσταται τῆς θαλάττης καὶ συνάπτει τῶι Σπαρταρίωι ὡς ἂν Σχοινοῦντι καλουμένωι πεδίωι·

No hay comentarios:
Publicar un comentario